Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.411 Joseph. BJ 4.419 (English) >>Joseph. BJ 4.426

4.416συλλαβόντες δὴ τὸν Δόλεσον, οὗτος γὰρ ἦν οὐ μόνον ἀξιώματι καὶ γένει τῆς πόλεως πρῶτος, ἀλλʼ ἐδόκει καὶ τῆς πρεσβείας αἴτιος, κτείνουσί τε αὐτὸν καὶ διʼ ὑπερβολὴν ὀργῆς νεκρὸν αἰκισάμενοι διέδρασαν ἐκ τῆς πόλεως. 4.417ἐπιούσης δὲ ἤδη τῆς Ῥωμαϊκῆς δυνάμεως τε δῆμος τῶν Γαδαρέων μετʼ εὐφημίας τὸν Οὐεσπασιανὸν εἰσδεξάμενοι δεξιὰς παρʼ αὐτοῦ πίστεως ἔλαβον καὶ φρουρὰν ἱππέων τε καὶ πεζῶν πρὸς τὰς τῶν φυγάδων καταδρομάς· 4.418τὸ γὰρ τεῖχος αὐτοὶ πρὶν ἀξιῶσαι Ῥωμαίους καθεῖλον, ὅπως εἴη πίστις αὐτοῖς τοῦ τὴν εἰρήνην ἀγαπᾶν τὸ μηδὲ βουληθέντας δύνασθαι πολεμεῖν.

-- --

4.419

Οὐεσπασιανὸς δὲ ἐπὶ μὲν τοὺς διαδράντας ἐκ τῶν Γαδάρων Πλάκιδον σὺν ἱππεῦσιν πεντακοσίοις καὶ πεζοῖς τρισχιλίοις πέμπει, αὐτὸς δὲ μετὰ τῆς ἄλλης στρατιᾶς ὑπέστρεψεν εἰς Καισάρειαν. 4.420οἱ δὲ φυγάδες ὡς αἰφνίδιον τοὺς διώκοντας ἱππεῖς ἐθεάσαντο, πρὶν εἰς χεῖρας ἐλθεῖν εἴς τινα κώμην συνειλοῦνται Βηθενναβρὶν προσαγορευομένην· 4.421ἐν νέων πλῆθος οὐκ ὀλίγον εὑρόντες καὶ τοὺς μὲν ἑκόντας τοὺς δὲ βίᾳ καθοπλίσαντες εἰκαίως, προπηδῶσιν ἐπὶ τοὺς περὶ τὸν Πλάκιδον. 4.422οἱ δὲ πρὸς μὲν τὴν πρώτην ἐμβολὴν ὀλίγον εἶξαν ἅμα καὶ προκαλέσασθαι τεχνιτεύοντες αὐτοὺς ἀπὸ τοῦ τείχους πορρωτέρω, 4.423λαβόντες δʼ εἰς ἐπιτήδειον περιήλαυνόν τε καὶ κατηκόντιζον, καὶ τοὺς μὲν φυγάδας αὐτῶν οἱ ἱππεῖς ὑπετέμνοντο, τὰς συμπλοκὰς δὲ τὸ πεζὸν εὐτόνως διέφθειρον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.411 Joseph. BJ 4.419 (English) >>Joseph. BJ 4.426

Powered by PhiloLogic